Διάλογος Ἕκτορος καὶ Ἀνδρομάχης – Ομήρου Ιλιάς.

Κείμενο σὲ νεοελληνικὴ ἀπόδοση

390 Εἶπε, κι’ ἐκεῖνος ἔφυγε ξανά τόν ἴδιο δρόμο
καί τά καλόφτιαστα στρατιά περνοῦσε πιλαλώντας.
Καί τή στιγμή σά διάβαινε τή χώρα καί θωροῦσε
τό Ζερβοπόρτι, ὅθε εἴτανε ὄξω νά βγεῖ στόν κάμπο,
νά τη ἀπ’ ἀγνάντια πρόβαλε τρεχάτη ἡ Ἀντρομάχη,

395 τ’ Ἀητιοῦ τοῦ λιονταρόκαρδου ἡ μυριοπλούσια κόρη,
τ’ Ἀητιοῦ πού βασιλιά ἄλλοτες τόν εἶχαν οἱ Κιλῖκοι
πέρα στή Θήβα, στά ριζά τῆς δασωμένης Πλάκος•
νά τίνος ρήγα ὁ Ἔχτορας τήν κόρη εἶχε γυναίκα.
Ποὺ τότε ἐκεῖ τόν ἔσμιξε, κι’ ἡ βάγια ἀπό κοντά της
400 περπάταε κι’ εἶχε τό παιδί γυρμένο ἀπάς στόν κόρφο,
ἔτσι δά ἀθῶο καί μωρό, τό μοσκαναθρεμένο
Ἐχτορουδάκι πούλαμπε σάν τῆς ἀβγῆς τ’ ἀστέρι.
Σκαμαντρινό ὁ πατέρας του τοῦχε ὄνομα βαλμένα,
μά Μοναφέντης κράζουνταν ἀπ’ τούς λοιπούς τοὺς Τρῶες,
τί μόνος τους διαφέντεβε ὁ Ἔχτορας τό κάστρο.
Τότε ἔτσι ἐκεῖνος κοίταξε σωπώντας τό παιδί του
405 μέ θλιβερό χαμόγελο• κι’ ἡ ὄμορφη Ἀντρομάχη
ἦρθε κλαμένη, τούπιασε σφιχτά τό χέρι κι’ εἶπε
« Καημένε, ἄχ τό φιλότιμο θά σ’ ἀφανίσει. Πές μου,
» τ’ ἀθῶο ἀφτό δέν τό πονᾶς, δέ λυπᾶσαι ἐμένα
» ποὺ μάβρη χήρα κι’ ἔρημη σέ λίγο θά μ’ ἀφήκεις ;
410 » Τί γρήγορα ὅλοι οἱ Δαναοί θά τρέξουν νά σέ σφάξουν.
» Μά ἄν εἶναι νά σέ στερηθῶ, καλύτερα γιά μένα
» νά μέ σκεπάσει ἡ μάβρη Γῆς! Γιατί ἄλλο πιά ἀντιστύλι
» δέ θά μοῦ μείνει, μόν καημοί, τά μάτια σά σφαλίσεις.
» Μηγάρ πατέρα ἐγώ ‘χω πιά ἤ τή γλυκιά μου μάννα ;
» Τί τόν πατέρα ὁ θεϊκός μου σκότωσε Ἀχιλέας,
415 » κι’ ἔκαψε καί τῶν Κιλικῶν τή μυριοπλούσια χώρα,
» τή Θήβα τήν τρανόπορτη• καί σφάζοντάς τον ὅμως
» δέν τόν ξαρμάτωσε, ὡς ἀφτοῦ δέ βάσταξε ἡ καρδιά του,
» μόν σάν τόν ἔκαψε μαζί μέ τά χρυσά ἅρματά του,
» τούχτισε μνῆμα, καί φτελιές τοῦ φύτεψαν τριγύρω
420 » καλές νεράϊδες τοῦ βουνοῦ, τοῦ Δία οἱ θυγατέρες.
» Κι’ ἑφτά μου ἀδέρφια π’ ἄφισα στόν πατρικό μας πύργο,
» μές σέ μιά μέρα κι’ οἱ ἑφτά κατέβηκαν στόν Ἅδη,
» τί ἐνῶ βοσκοῦσαν τ’ ἄσπρα ἀρνιά καί τραχηλάτα βόδια
» ὄξω στό λόγγο, τοῦ Πηλιᾶ ὁ γιός τούς ἔσφαξε ὅλους.
425 » Ἡ μάνα μου πού στά ριζά βασίλεβε τῆς Πλάκος,
» ἀφτῆνε ἐδῶ τήν ἔφερε μέ τ’ ἄλλο βιός ἀντάμα,
» μά τή λεφτέρωσε ἔπειτα γιά ξαγορά μεγάλη,
» κι’ ἡ Ἄρτεμη τή θέρισε στόν πατρικό της πύργο.
» Ἔχτορα, τώρα ἐσύ γονιός κι’ ἐσύ γλυκιά μου μάννα,
430 » ἐσύ εἶσαι ἐμένα κι’ ἀδερφός καί τρυφερό μου τέρι,
» μόν πιά λυπήσου με κι’ ἀφτοῦ στό κάστρο μεῖνε ἀπάνου,
» μήπως μέ ρήξεις σέ χηριά καί τό παιδί σ’ ἀρφάνια.
» Καί στήσ’ τους στόν ἀρνό κοντά τούς λόχους, πού πατιέται
» ἐκεῖ πιό ὁ τοῖχος ἔφκολα κι’ ἀνεβατή εἶναι ἡ χώρα.
435 » Γιατί ἀπό κεῖ ἦρθαν τρεῖς φορές καί πάσκισαν νά μποῦνε
» τ’ Ἀτρέα ὁ γιός κι’ οἱ Αἴϊδες μέ διαλεχτούς νομάτους,
» κι’ ὁ φημισμένος Δομενιᾶς κι’ ὁ φοβερός Διομήδης.
» Κἄν κάπιος τούς ἁρμήνεψε καλός στίς προφητεῖες,
« κἄν τούς τό λέει κι’ ἡ τόλμη τους καί τούς θαρρύνει ὁ νοῦς τους.»
440 Τότε ὁ μεγάλος Ἔχτορας τῆς ἀπαντάει διό λόγια
« Γυναίκα, ναί κι’ ἐγώ ὅλα ἀφτά στό νοῦ μου τ’ ἀναδέβω•
» ὅμως ντροπή ἀπ’ τίς Τρώϊσσες, ντροπή ‘ναι ὀμπρός στούς Τρῶες
» νά σέρνουμαι ἔτσι σάν κιοτής ἀλάργα ἀπ’ τούς πολέμους…
» μήτε τό θέλει μου ἡ καρδιά! τί πάντα παλικάρι
445 » ἔμαθα νἄμαι καί μπροστά στίς κονταριές νά τρέχω,
» μ’ ἀπόφαση τό γονικό νά διαφεντέψω θρόνο.
» Ναί ξέρω, μοῦ τό λέει ἀφτό ἀλάθεφτα ἡ ψυχή μου,
» θά φέξει ἡ μέρα —δέν ἀργεῖ— πού θά χαθεῖ ἡ πατρίδα,
» κι’ ὁ βασιλιάς ὁ Πρίαμος, κι’ ὁ ξακουστός λαός του•
450 » μά δέ μοῦ σφάζει τήν καρδιά, τῶν Τρώων σά λογιάζω
» τά πάθια, ἤ καί τῶν δύστυχων γονιῶνε μου, οὔτε τόσο
» τῶν ἀδερφῶν μου πού πολλοί μές στά χρυσά τους νιάτα
» θά κυλιστοῦν στό αἷμα τους σφαγμένοι ἀπό τούς Ἀργίτες,
» ὅσο γιά σένα, ὅταν κανείς ἀπ’ τῶν ὀχτρῶν τό πλῆθος
455 » σέ σέρνει σέ πικρή σκλαβιά στά δάκρια βουτημένη.
» Κι’ ἄλλη κυρά, στ’ Ἄργος σάν πᾶς, νά φαίνεις θά σέ βάζει,
» καί μέ τή στάμνα ἀπ’ τήν πηγή νερό θά πᾶς νά φέρνεις,
» ἄθελα, δόλια, μά σκληρή θά σέ στανέβει ἀνάγκη.
» Καί σά σέ βλέπουν πού περνᾶς ἀχνή καί δακρυσμένη,
460 » ‘Νά τό’ θά λέν ‘τοῦ Ἔχτορα τό τέρι πού τῶν Τρώων
» εἶταν τό πρῶτο ἀφτός σπαθί στῆς Τροίας τούς πολέμους’.
» Ἔτσι ἴσως ποῦν• κι’ ὁ πόνος σου θά ξανανοίγει πάντα
» σά βλέπεις πώς ἀπ’ τή σκλαβιά νά βγεῖς δέν ἔχει ὀλπίδα.
» Μά θέλω νά μέ φάει ἡ γῆς, ἡ μάβρη πλάκα θέλω,
465 » πρίν νά βογγᾶς νά κλαῖς σέ δῶ, πρίν σκλάβα νά σέ σέρνουν !»
Ἔτσι τῆς εἶπε, κι’ ἅπλωσε τά χέρια στό παιδί του,
μά πίσω γέρνει τό παιδί στόν κόρφο τῆς βυζάχτρας
μέ τίς φωνές, τί τόσκιαζε ἡ ὄψη τοῦ γονιοῦ του,
σάν εἶδε π’ ἄστραφτε ὁ χαλκός σπιθόβολα ὄχ τό κράνος,
470 κι’ ἀπάνου σάλεβε ἀγριωπή ἡ ἀλογήσα φούντα.
Γέλασε τότε ἡ μάννα του μιὰ στάλα κι’ ὁ πατέρας.
Καί βγάζει ἀπ’ τό κεφάλι ἐφτύς ὁ Ἔχτορας τό κράνος
καί τ’ ἀπιθώνει χάμου ἐκεῖ καθώς λαμποκοποῦσε,
κι’ ὅταν τό γιό του φίλησε καί χόρεψε στά χέρια,
475 στό Δία κι’ ὅλους τοὺς θεούς δεήθηκε ἔτσι κι’ εἶπε
« Περικαλῶ σε, Δία μου, θεοί, περικαλῶ σας,
» ἄς δώσει ἡ χάρη σας κι’ ἀφτός —ὁ γιός μου— μές στούς Τρῶες
» ὅπως κι’ ἐγώ νά ξακουστεῖ, ἔτσι ἀντριωμένος πάντα
» κι’ ἄξιος τῆς Τροίας βασιλιάς. Κι ἄς ποῦν γιά ἀφτόν μία μέρα
» ‘Ἀφτός ἀπ’ τόν πατέρα του πολύ πιό παλικάρι’
480 » καθώς γυρνᾶ ἀπ’ τόν πόλεμο• καί ματωμένα ἄς φέρνει
» μαζί του λάφυρα, ἀπ’ ὀχτρό πού σκότωσε παρμένα,
» ποὺ νὰν τόν δεῖ ἡ μαννούλα του καί νά χαρεῖ ἡ καρδιά της.»
Εἶπε, καί βάζει τό παιδί στῆς γυναικός τά χέρια,
κι’ ἐκείνη πίσω τόγυρε στό μυρισμένον κόρφο
καί πικροχαμογέλασε μέ μάτια δακρυσμένα.
Καί σάν τήν εἶδε κι’ ἔκλαιγε, τήν πόνεσε ἡ ψυχή του,

485 καί τρυφερά τή χάιδεψε καί μέ καημό τῆς εἶπε
« Μή μοῦ βαριοπικραίνεσαι, γυναίκα, καί κανένας,
» ἄν δέν τό γράφει ἡ μοίρα μου, στόν Ἅδη δέ μέ στέλνει.
» Εἰδέ ἀπ’ τό ριζικό κανείς δέ θά σωθεῖ ποτές του,
» θές ἀντριωμένος θές δειλός, μιᾶς πού βρεθεῖ στόν κόσμο.
490 » Μόν μέσα τώρα πήγαινε νά κάτσεις στίς δουλιές σου,
» στή ρόκα καί στόν ἀργαλιό, κι’ ἄς κάτσουν πές κι’ οἱ σκλάβες•
» ὅσο γιά πόλεμο πού λές, οἱ ἄντρες θά φροντίσουν,
» ὅλοι κι’ ἀπ’ ὅλους πρῶτα ἐγώ, ὅσοι κι’ ἄν ζοῦν στήν Τροία !»
495 Εἶπε, καί τότες σήκωσε τό κράνος του ἀπό χάμου.
Κι’ ἡ Ἀντρομάχη κίνησε στόν πύργο νά γυρίσει,
τηρώντας πίσω, κι’ ἔχυνε πικρά καί μάβρα δάκρια.
Σέ λίγο σίμωσε ἔπειτα στ’ ἀρχοντικό τ’ ἀντρός της,
στοῦ Ἔχτορα τ’ ἀντροφονιά, καί μέσα μαζωμένες
βρῆκε τίς σκλάβες, κι’ ἔπιασαν ὅλες μαζί τό κλάμα.

500 Σπίτι του ἀκόμα ζωντανό ἔτσι ὅλες τόν θρηνοῦσαν•
καί λέγανε ἀπ’ τόν πόλεμο ξανά δέ θά γυρίσει
κι’ ἀπ’ τῶν ὀχτρῶν δέ θά σωθεῖ τή λύσσα καί τά χέρια.

Πρωτότυπο Κείμενο

390 ἦ ῥα γυνὴ ταμίη, ὃ δ᾽ ἀπέσσυτο δώματος Ἕκτωρ
τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ᾽ ἀγυιάς.
εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
Σκαιάς, τῇ ἄρ᾽ ἔμελλε διεξίμεναι πεδίον δέ,
ἔνθ᾽ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
395Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
Θήβῃ Ὑποπλακίῃ Κιλίκεσς᾽ ἄνδρεσσιν ἀνάσσων:
τοῦ περ δὴ θυγάτηρ ἔχεθ᾽ Ἕκτορι χαλκοκορυστῇ.
ἥ οἱ ἔπειτ᾽ ἤντης᾽, ἅμα δ᾽ ἀμφίπολος κίεν αὐτῇ
400παῖδ᾽ ἐπὶ κόλπῳ ἔχους᾽ ἀταλάφρονα νήπιον αὔτως
Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
τόν ῥ᾽ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
Ἀστυάνακτ᾽: οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ:
405Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδ᾽ ἐλεαίρεις
παῖδά τε νηπίαχον καὶ ἔμ᾽ ἄμμορον, ἣ τάχα χήρη
σεῦ ἔσομαι: τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
410πάντες ἐφορμηθέντες: ἐμοὶ δέ κε κέρδιον εἴη
σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι: οὐ γὰρ ἔτ᾽ ἄλλη
ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
ἀλλ᾽ ἄχε᾽: οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.

ἤτοι γὰρ πατέρ᾽ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
415ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
Θήβην ὑψίπυλον: κατὰ δ᾽ ἔκτανεν Ἠετίωνα,
οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
ἀλλ᾽ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
ἠδ᾽ ἐπὶ σῆμ᾽ ἔχεεν: περὶ δὲ πτελέας ἐφύτευσαν
420νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω:
πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
βουσὶν ἐπ᾽ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
425μητέρα δ᾽, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
τὴν ἐπεὶ ἂρ δεῦρ᾽ ἤγαγ᾽ ἅμ᾽ ἄλλοισι κτεάτεσσιν,
ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι᾽ ἄποινα,
πατρὸς δ᾽ ἐν μεγάροισι βάλ᾽ Ἄρτεμις ἰοχέαιρα.
Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
430ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης:
ἀλλ᾽ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν᾽ ἐπὶ πύργῳ,
μὴ παῖδ᾽ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα:
λαὸν δὲ στῆσον παρ᾽ ἐρινεόν, ἔνθα μάλιστα
ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
435τρὶς γὰρ τῇ γ᾽ ἐλθόντες ἐπειρήσανθ᾽ οἱ ἄριστοι
ἀμφ᾽ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
ἠδ᾽ ἀμφ᾽ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν:
ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
440τὴν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:
ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι: ἀλλὰ μάλ᾽ αἰνῶς
αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο:
οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
445αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ᾽ ἐμὸν αὐτοῦ.
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν:
ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
450ἀλλ᾽ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
οὔτ᾽ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
ἐν κονίῃσι πέσοιεν ὑπ᾽ ἀνδράσι δυσμενέεσσιν,
ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
455δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας:
καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
πόλλ᾽ ἀεκαζομένη, κρατερὴ δ᾽ ἐπικείσετ᾽ ἀνάγκη:
καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν:
460Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
ὥς ποτέ τις ἐρέει: σοὶ δ᾽ αὖ νέον ἔσσεται ἄλγος
χήτεϊ τοιοῦδ᾽ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
465πρίν γέ τι σῆς τε βοῆς σοῦ θ᾽ ἑλκηθμοῖο πυθέσθαι.

ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ:
ἂψ δ᾽ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
470δεινὸν ἀπ᾽ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
ἐκ δ᾽ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ:
αὐτίκ᾽ ἀπὸ κρατὸς κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ,
καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν:
αὐτὰρ ὅ γ᾽ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
475εἶπε δ᾽ ἐπευξάμενος Διί τ᾽ ἄλλοισίν τε θεοῖσι:
Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
παῖδ᾽ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
ὧδε βίην τ᾽ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν:
καί ποτέ τις εἴποι πατρός γ᾽ ὅδε πολλὸν ἀμείνων
480ἐκ πολέμου ἀνιόντα: φέροι δ᾽ ἔναρα βροτόεντα
κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.

ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
παῖδ᾽ ἑόν: ἣ δ᾽ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
δακρυόεν γελάσασα: πόσις δ᾽ ἐλέησε νοήσας,
485χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ:
οὐ γάρ τίς μ᾽ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει:
μοῖραν δ᾽ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
490ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ ς᾽ αὐτῆς ἔργα κόμιζε
ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι: πόλεμος δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ᾽ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.

ὣς ἄρα φωνήσας κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ
495ἵππουριν: ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
αἶψα δ᾽ ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας
Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ᾽ ἔνδοθι πολλὰς
ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
500αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ:
οὐ γάρ μιν ἔτ᾽ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.

(Ομήρου Ἱλιάς, Ζ 390-502)

www.mikrosapoplous.gr ( Μετ. Ἀλεξ. Πάλλη )

Κατηγορίες: Ιστορικά, Μελέτες - εργασίες - βιβλία. Προσθήκη στους σελιδοδείκτες.